Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 14.2
Not analysed yet
οὐ μὴν οἶος ἔσεσθαι ἠλπίσθη, τοιοῦτος ἔργοις ἀναπέφηνεν, εἰς πάσας δ’ ἀνοσιουργίας ὀκείλας οὐδὲν ὅ τι μιαρίας ἔργον καὶ ἀκολασίας παραλέλοιπε, μοιχείας τε καὶ παντοίας ἐπιτελῶν φθοράς· διαζευγνύς γε τοι τῶν ἀνδρῶν τὰς κατὰ νόμον γαμετὰς, ταύτας ἐνυβρίζων, ἀτιμότατα τοῖς ἀνδράσιν αὖθις ἀπέπεμπε, καὶ ταῦτ’ οὐκ ἀσήμοις οὐδ’ ἀφανέσιν ἐγχειρῶν ἐπετήδευεν, ἀλλ’ αὐτῶν δὴ μάλιστα τῶν τὰ πρῶτα τῆς Ῥωμαίων συγκλήτου ἀπενηνεγμένων ἐμπαροινῶν τοῖς ἐξοχωτάτοις.