Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 14.3
Not analysed yet
οἱ πάντες δ’ αὐτὸν ὑποπεπτηχότες δῆμοι καὶ ἄρχοντες, ἔνδοξοί τε καὶ ἄδοξοι, δεινῇ κατετρύχοντο τυραννίδι. καὶ οὐδ’ ἠρεμούντων καὶ τὴν πικρὰν φερόντων δουλείαν, ἀπαλλαγή τις ὅμως ἦν τῆς τοῦ τυράννου φονώσης ὠμότητος· ἐπὶ σμικρᾷ γοῦν ἤδη ποτὲ προφάσει τὸν δῆμον εἰς φόνον τοῖς ἀμφ’ αὐτὸν δορυφόροις ἐκδίδωσι, καὶ ἐκτείνετο μυρία τοῦ δήμου Ῥωμαίων πλήθη ἐπὶ μέσης τῆς πόλεως, οὐ Σκυθῶν οὐδὲ βαρβάρων, ἀλλ’ αὐτῶν τῶν οἰκείων δόρασι καὶ πανοπλίαις.