Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 14.7
Not analysed yet
καὶ αὐτὸς δὲ ὁ Πολύκαρπος “Μαρκίωνί ποτε εἰς ὄψιν αὐτῷ ἐλθόντι καὶ φήσαντι “῾ἐπιγινώσκεις ἡμᾶς’ ἀπεκρίθη ἐπιγινώσκω “πρωτότοκον τοῦ σατανᾶ.’ τοσαύτην οἱ ἀπόστολοι καὶ “οἱ μαθηταὶ αὐτῶν ἔσχον εὐλάβειαν πρὸς τὸ μηδὲ ῾μέχρι λόγου κοινωνεῖν τινὶ τῶν παραχαρασσόντων “τὴν ἀλήθειαν, ὡς καὶ Παῦλος ἔφησεν ‘αἱρετικὸν ἄν- “θρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραι- “τοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτά- “νει ὢν αὐτοκατάκριτος.’