Ancient Greek · ~2 min
14.8 to 14.10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 14.8-10
Not analysed yet
ἔστι δὲ καὶ ἐπιστολὴ “Πολυκάρπου πρὸς Φιλιππησίους γεγραμμένη ἱκανω- “τάτη, ἐξ ἧς καὶ τὸν χαρακτῆρα τῆς πίστεως αὐτοῦ “καὶ τὸ κήρυγμα τῆς ἀληθείας οἱ βουλόμενοι καὶ φρον- ‘τίζοντες τῆς ἑαυτῶν σωτηρίας δύνανται μαθεῖν. · ταῦτα ὁ Εἰρήναιος. ὁ γέ τοι Πολύκαρπος ἐν τῇ δηλωθείσῃ πρὸς Φιλιππησίους αὐτοῦ γραφῇ φερομένῃ εἰς δεῦρο κέχρηταί τισι μαρτυρίαις ἀπὸ τῆς Πέτρου προτέρας ἐπιστολῆς. ’Αντωνῖνον μὲν δὴ τὸν Εὐσεβῆ κληθέντα, εἰκοστὸν καὶ δεύτερον ἔτος τῆς ἀρχῆς διανύσαντα, Μάρκος Αὐρήλιος Οὐῆρος, ὁ καὶ Ἀντωνῖνος ,υἱὸς αὐτοῦ, σὺν καὶ Λουκίῳ ἀδελφῷ διαδέχεται.