Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 15
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.2
Not analysed yet
γνόντα δὲ τὸ πραχθέν φασι τὸν ἀπόστολον ἀποκαλύ- ψαντος αὐτῷ πνεύματος ἡσθῆναι τῇ τῶν ἀνδρῶν προθυμίᾳ, κυρῶσαί τε τὴν γραφὴν εἰς ἔντευξιν ταῖς ἐκκλησίαις, (Κλήμης ἐν ἕκτῳ τῶν ῾Υποτυπώσεων παρα- τέθειται τὴν ἱστορίαν, συνεπιμαρτυρεῖ δ᾿ αὐτῷ καὶ ὁ ῾Ιεραπολίτης ἐπίσκοπος ὀνόματι Παπίας), τοῦ δὲ Μάρκου μνημονεύειν τὸν Πέτρον ἐν τῇ προτέρᾳ ἐπι- στολῇ, ἣν καὶ συντάξαι φασὶν ἐπ᾿ αὐτῆς ῾Ρόμης, ση- μαίνειν τε τοῦτ᾿ αὐτὸν, τὴν πόλιν τροπικώτερον Βαβυλῶνα προσειπόντα διὰ τούτων “ἀσπάζεταί ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός μου.