Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16
Not analysed yet
[Nic. H. E. II, 15] Τοῦτον δὲ τὸν Μάρκον πρῶτόν φασιν ἐπὶ τῆς Αἰγύπτου στειλάμενον τὸ εὐαγ- γέλιον ὃ δή καὶ συνεγράψατο κηρῦξαι, ἐκκλησίας τε πρῶτον ἐπ᾿ αὐτῆς ᾿Αλεξανδρείας συστήσασθαι. το- σαύτη δ᾿ ἄρα τῶν αὐτόθι πεπιστευκότων πληθὺς ἀνδρῶν τε καὶ γυναικῶν ἐκ πρώτης ἐπιβολῆς συνέ- στη, δι᾿ ἀσκήσεως φιλοσοφωτάτης τε καὶ σφοδροτάτης, ὡς καὶ γραφῆς αὐτῶν ἀξιῶσαι τὰς διατριβὰς καὶ τὰς συνηλύσεις, τά τε συμπόσια καὶ τὴν ἄλλην πᾶσαν τοῦ βίου ἀγωγὴν τὸν Φίλωνα.