Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 15
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.39
Not analysed yet
“καὶ τοῦτο ποιήσαντος ἐξῆλθε πλῆθος αἵματος, ὥστε ῾κατασβέσαι τὸ πῦρ, καὶ θαυμάσαι πάντα τὸν ὄχλον, “εἰ τοσαύτη τις διαφορὰ μεταξὺ τῶν τε ἀπίστων καὶ “τῶν ἐκλεκτῶν, ὧν εἷς καὶ οὗτος γέγονεν ὁ θαυμα- “σιώτατος ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις διδάσκαλος ἀπο- “στολικὸς καὶ προφητικὸς ,γενόμενος ἐπίσκοπος τῆς “ἐν Σμύρνῃ καθολικῆς ἐκκλησίας. πᾶν γὰρ ῥῆμα, ὃ “ἀφῆκεν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐτελειώθη καὶ “τελειωθήσεται.