Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 15
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.40
Not analysed yet
ὁ δὲ ἀντίζηλος καὶ βάσκανος καὶ “πονηρὸς, ὁ ἀντικείμενος τῷ γένει τῶν δικαίων, ἰδὼν “τὸ μέγεθος αὐτοῦ τῆς μαρτυρίας καὶ τὴν ἀπ’ ἀρχῆς “ἀνεπίληπτον αὐτοῦ πολιτείαν, ἐστεφανωμένον τε τὸν ῾τῆς ἀφθαρσίας στέφανον καὶ βραβεῖον ἀναντίρρη- “’τον ἀπενηνεγμένον ,ἐπετήδευσεν ὡς μηδὲ τὸ σω- “μάτιον αὐτοῦ ὑφ’ ἡμῶν ληφθείη, καίπερ πολλῶν ἐπιθυμούντων τοῦτο ποιῆσαι, καὶ κοινωνῆσαι τῷ ἁγίῳ αὐτοῦ σαρκίῳ.