Ancient Greek · ~4 min
15.42 to 15.45
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.42-45
Not analysed yet
τοῦτον μὲν γὰρ ὄντα υἱὸν τοῦ θεοῦ προσ- κυνοῦμεν, τοὺς δὲ μάρτυρας ὡς μαθητὰς καὶ μιμητὰς τοῦ κυρίου ἀγαπῶμεν ἀξίως ,ἕνεκα εὐνοίας ἀνυπερβλήτου τῆς εἰς τὸν ἴδιον βασιλέα καὶ διδάσκαλον· ὡν γένοιτο καὶ ἡμᾶς συγκοινωνούς τε καὶ “συμμαθητὰς γενέσθαι. ἰδὼν οὖν ὁ ἑκατοντάρχης τὴν τῶν Ἰουδαίων γενομένην φιλονεικίαν ,θεὶς αὐτὸν ἐν μέσῳ, ὡς ἔθος αὐτοῖς, ἔκαυσεν. οὕτως τε “ἡμεῖς ὕστερον ἀνελόμενοι τὰ τιμιώτερα λίθων πο- “λυτελῶν καὶ δοκιμώτερα ὑπὲρ χρυσίον ὀστᾶ αὐτου “ἀπεθέμεθα ὅπου καὶ ἀκόλουθον ἦν. ἔνθα ὡς “δυνατὸν ἡμῖν συναγομένοις ἐν ἀγαλλιάσει καὶ χαρδ “παρέξει ὁ κύριος ἐπιτελεῖν τὴν τοῦ μαρτυρίου αὐτου “ἡμέραν γενέθλιον ,εἴς τε τὴν τῶν προηθληκότων “μνήμην καὶ τῶν μελλόντων ἄσκησίν τε καὶ ἑτοιμα- “σίαν. τοιαῦτα τὰ κατὰ τὸν μακάριον Πολύκαρ- “πον, σὺν τοῖς ἀπὸ Φιλαδελφείας δωδέκατον ἐν “Σμύρνῃ μαρτυρήσαντα, ὃς μόνος ὑπὸ πάντων μᾶλ- “λον μνημονεύεται, ὡς καὶ ὑπὸ τῶν ἐθνῶν ἐν παντὶ “τόπῳ λαλεῖσθαι.”