Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 15
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.41
Not analysed yet
ὑπέβαλον γοῦν τινες Νι- “κήτην, τὸν τοῦ Ἡρώδου πατέρα, ἀδελφὸν Ἄλκης, “ἐντυχεῖν τῷ ἡγεμόνι, ὥστε μὴ δοῦναι αὐτοῦ τὸ σῶμα, μὴ, φησὶν, ἀφέντες τὸν ἐσταυρωμένον, τοῦ- “τον ἄρξωνται σέβειν. καὶ ταῦτα εἶπον ὑποβαλόντων καὶ ἐνισχυσάντων τῶν Ἰουδαίων, οἳ καὶ ἐτήρησαν μελλόντων ἡμῶν ἐκ τοῦ πυρὸς αὐτὸν λαμβάνειν, ἀγνοοῦντες ὅτι οὔτε τὸν Χριστόν ποτε καταλιπεῖν “δυνησόμεθα ,τὸν ὑπὲρ τῆς τοῦ παντὸς κόσμου τῶν σωζομένων σωτηρίας παθόντα, οὔτε ἕτερόν τινα σέβειν.