Ancient Greek · ~3 min
15.6 to 15.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.6-8
Not analysed yet
τούτου δὲ ἐπὶ τῷ διαπρεπεῖ θανάτῳ τὸ πό πλῆθος ἀποθαυμάσαν τῆς ἀνδρείας τὸν θεοφιλῆ μάρ τυρα καὶ τὴν καθόλου τοῦ γένους τῶν Χριστιανο ἀρετὴν, ἀθρόως ἐπιβοᾶν ἄρξασθαι “αἶρε τοὺς ἀθέους ζητείσθω Πολύκαρπος.’’ καὶ δὴ πλείστης ἐπὶ ταῖ βοαῖς γενομένης ταραχῆς Φρύγα τινὰ τὸ γένος, Κόϊντον τοὔνομα, νεωστὶ ἐκ τῆς Φρυγίας ἐπιστάντα, ἰδόντα τοὺς θῆρας καὶ τὰς ἐπὶ τούτοις ἀπειλὰς καταπτῆξαι τὴν ψυχὴν μαλακισθέντα, καὶ τέλος τῆς σωτηρίας ἐνσθῦναι. ἐδήλου δὲ τοῦτον ὁ τῆς προειρημένης γραφῆς λόγος προπετέστερον, ἀλλ᾿ οὐ κατ᾿ εὐλάβειαν ἐπιπηδῆσαι τῷ δικαστηρίῳ σὺν ἑτέροις, ἁλόντα δ᾿ οὖν ὅμως καταφανὲς ὑπόδειγμα τοῖς πᾶσι παρασχεῖν, ὅτι μὴ δέοι τοῖς τοιούτοις ῥιψοκινδύνως καὶ ἀνευλαβῶς ἐπιτολμᾶν. ἀλλὰ ταύτῃ μὲν εἶχε πέρας τὰ κατὰ τούτους.