Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 15
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.9
Not analysed yet
τόν γε μὴν θαυμασιώτατον Πολύκαρπον τὰ μὲν πρῶτα τούτων ἀκούσαντα ἀτάραχον διαμεῖναι, εὐσταθὲς τὸ ἦθος καὶ ἀκίνητον φυλάξαντα, βούλεσθαί τε αὐτοῦ κατὰ τὴν πόλιν περιμένειν· πεισθέντα γε μὴν ἀντιβολοῦσι τοῖς ἀμφ᾿ αὐτὸν, καὶ ὡς ἂν ὑπεξέλθοι παρακαλοῦσι, προελθεῖν εἰς οὐ πόρρω διεστῶτα τῆς πόλεως ἀγρὸν, διατρίβειν τε σὺν ὀλιγοις ἐνταῦθα, νύκτωρ καὶ μεθ᾿ ἡμέραν οὔτε ἕτερον πράττοντα ἢ ταῖς πρὸς τὸν κύριον διακαρτεροῦντα εὐχαῖς, δι᾿ ὧν δεῖσθαι καὶ ἱκετεύειν, εἰρήνην ἐξαιτούμενον ταῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαις· τοῦτο γὰρ καὶ εἶναι ἐκ τοῦ παντὸς αὐτῷ σύνηθες.