Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.1-2
Not analysed yet
[Nic. H. E. III, 32] Κατὰ τούτους δὲ καὶ ὁ μικρῷ πρόσθεν ἡμῖν δηλωθεὶς Ἰουστῖνος, δεύτερον ὑπὲρ τῶν καθ’ ἡμᾶς δογμάτων βιβλίον ἀναδοὺς τοῖς δεδηλωμένοις ἄρχουσι ,θείῳ κατακοσμεῖται μαρτυρίῳ, φιλοσόφου Κρίσκεντος (τὸς φερώνυμον δὲ οὑτος τῇ Κυνικῇ προσηγορίᾳ βίον τε καὶ τρόπον ἐζήλου) τὴν ἐπιβουλὴν αὐτῷ καταρτύσαντος, ἐπείπερ πλεονάκις ἐν διαλόγοις ἐπ’ ἀκροατῶν εὐθύνας αὐτὸν τὰ νικητήρια τελευτῶν ὑπὲρ ἡς ἐπρέσβευεν ἀληθείας διὰ τοῦ μαρτυρίου τοῦ κατ’ αὐτὸν ἀνεδήσατο.