Ancient Greek
16.2 to 16.3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.2-3
Not analysed yet
τοῦτο δὲ καὶ αὐτὸς ὁ ταῖς ἀληθείαις φιλοσοφώτατος ἐν τῇ δεδηλωμένῃ ἀπολογίᾳ σαφῶς οὕτως, ὥσπερ οὖν καὶ ἔμελλεν ὅσον οὔπω περὶ αὐτὸν συμβήσεσθαι, προλαβὼν ἀποσημαίνει τούτοις αὐτοῖς τοῖς ῥήμασι ‘κἀγὼ οὖν προσδοκῶ ὑπό τινος τῶν ὠνομασμένων ἐπιβουλευθῆναι, κἂν ξύλῳ ἐντιναγῆναι ,ἢ κἂν ὑπὸ “Κρίσκεντος τοῦ ἀφιλοσόφου ἢ καὶ φιλοκόμπου. οὐ γὰρ φιλόσοφον εἰπεῖν ἄξιον τ ν ἄνδρα, ὅς γε περὶ ὧν μὴ ἐπίσταται δημοσίᾳ καταμαρτυρεῖ, ὡς ἀθέων καὶ ἀσεβῶν Χριστιανῶν ὄντων, πρὸς χάριν καὶ ἡδονὴν τῶν πολλῶν πεπλανημένως τοῦτο πράττων.