Ancient Greek · ~2 min
16.10 to 16.11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.10-11
Not analysed yet
τῶν γὰρ “κατὰ τὴν Ἀσίαν πιστῶν πολλάκις καὶ πολλαχῆ τῆς “Ἀσίας εἰς τοῦτο συνελθόντων, καὶ τοὺς προσφάτους “λόγους ἐξετασάντων καὶ βεβήλους ἀποφηνάντων καὶ “ἀποδοκιμασάντων τὴν αἵρεσιν, οὕτω δὴ τῆς τε ἐκ- “κλησίας ἐξεώσθησαν καὶ τῆς κοινωνίας εἴρχθη- “σαν.” ταῦτα ἐν πρώτοις ἱστορήσας, καὶ δι᾿ ὅλου τοῦ συγγράμματος τὸν ἔλεγχον τῆς κατ᾿ αὐτοὺς πλάνης ἐπαγαγὼν, ἐν τῷ δευτέρῳ περὶ τῆς τελευτῆς τῶν προδεδηλωμένων ταῦτά φησιν