Ancient Greek · ~3 min
ΛΟΓΟΣ Ε., Chapter 16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.9
Not analysed yet
τέχνῃ δέ τινι, μᾶλλον “δὲ τοιαύτῃ μεθόδῳ κακοτεχνίας ὁ διάβολος τὴν κατὰ “τῶν παρηκόων ἀπώλειαν μηχανησάμενος, καὶ παρ’ “ἀξίαν ὑπ’ αὐτῶν τιμώμενος, ὑπεξήγειρέ τε καὶ προσεξέκαυσεν “αὐτῶν τὴν ἀποκεκοιμημένην ἀπὸ τῆς κατ’ “ἀλήθειαν πίστεως διάνοιαν, ὡς καὶ ἑτέρας τινὰς δύο “γυναῖκας ἐπεγεῖραι καὶ τοῦ νόθου πνεύματος πληρῶσαι, “ὡς καὶ λαλεῖν ἐκφρόνως καὶ ἀκαίρως καὶ “ἀλλοτριοτρόπως ,ὁμοίως τῷ προειρημένῳ, καὶ τοὺς “μὲν χαίροντας καὶ χαυνουμένους ἐπ᾿ αὐτῷ μακαρί- “ζοντος τοῦ πνεύματος, καὶ διὰ τοῦ μεγέθους τῶν “ἐπαγγελμάτων ἐκφυσιοῦντος, ἔσθ᾿ ὅπη δὲ καὶ κα- “τακρίνοντος στοχαστικῶς καὶ ἀξιοπίστως αὐτοὺς “ἄντικρυς, ἵνα καὶ ἐλεγκτικὸν εἶναι δοκῇ, (ὀλίγοι δ᾿ “ἦσαν οὗτοι τῶν Φρυγῶν ἐξηπατημένοι), τὴν δὲ κα- “θόλου καὶ πᾶσαν τὴν ὑπὸ τὸν οὐρανὸν ἐκκλησίαν “βλασφημεῖν διδάσκοντος τοῦ ἀπηυθαδισμένου πνεύ- “ματος, ὅτι μήτε τιμὴν μήτε πάροδον εἰς αὐτὴν τὸ “ψευδοπροφητικὸν ἐλάμβανε πνεῦμα.