Ancient Greek
ΛΟΓΟΣ Ε., Chapter 16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.22
Not analysed yet
“ὅθεν τοι καὶ ἐπειδὰν οἱ ἐπὶ τὸ “τῆς κατ᾿ ἀλήθειαν πίστεως μαρτύριον κληθέντες “ἀπὸ τῆς ἐκκλησίας τύχωσι μετά τινων τῶν ἀπὸ τῆς “τῶν Φρυγῶν αἱρέσεως λεγομένων μαρτύρων, δια- “φέρονταί τε πρὸς αὐτοὺς καὶ μὴ κοινωνήσαντες αὐ- “τοῖς τελειοῦνται, διὰ τὸ μὴ βούλεσθαι συγκαταθέ- “συαι τῷ διὰ Μοντανοῦ καὶ τῶν γυναικῶν πνεύ- “ματι. καὶ ὅτι τοῦτο ἀληθὲς καὶ ἐπὶ τῶν ἡμετέρων “χρόνων ἐν Ἀπαμείᾳ τῇ πρὸς Μαιάνδρῳ τυγχάνει “γεγενημένον ἐν τοῖς περὶ Γάϊον καὶ Ἀλέξανδρον “ἀπὸ Εὐμενείας μαρτυρήσασι πρόδηλον.”