Ancient Greek · ~4 min
17.1 to 17.3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.1-4-3
Not analysed yet
[Nic. H. E. IV, 24] Ἐν τούτῳ δὲ τῷ συγγράμματι καὶ Μιλτιάδου συγγραφέως μέμνηται, ὡς λόγον τινὰ καὶ αὐτοῦ κατὰ τῆς προειρημένης αἱρέσεως γεγραφότος. παραθἑμενος γοῦν αὐτῶν λέξεις τινὰς ἐπιφέρει λέγων “ταῦτα εὑρὼν ἔν τινι συγγράμ- “ματι αὐτῶν ἐνισταμένων τῷ Μιλτιάδου τοῦ ἀδελ- “φοῦ συγγράμματι, ἐν ᾧ ἀποδείκνυσι περὶ τοῦ μὴ “δεῖς προφήτην ἐν ἐκστάσει λαλεῖν, ἐπετεμόμην.” ὑποκαταβὰς δὲ ἐν αὐτῷ τοὺς κατὰ τὴν καινὴν διαθήκην προπεφητευκότας καταλέγει, ἐν οἷς καταριθμεῖ Ἀμμίαν τινὰ καὶ Κοδρᾶτον, λέγων οὕτως “ἀλλ᾿ ὅ γε ψευδοπροφήτης ἐν παρεκστάσει, ᾧ ἕπεται “ἄδεια καὶ ἀφοβία, ἀρχόμενος μὲν ἐξ ἑκουσίου ἀμα- “θίας, καταστρέφων δὲ εἰς ἀκούσιον μανίαν ψυχῆς, “ὡς προείρηται. τοῦτον δὲ τὸν τρόπον οὔτε τινὰ “τῶν κατὰ τὴν παλαιὰν, οὕτε τῶν κατὰ τὴν καινὴν “πνευματοφορηθέντα προφήτην δεῖξαι δυνήσονται, “οὔτε Ἄγαβον, οὔτε Ἰούδαν, οὔτε Σίλαν, οὔτε τὰς “Φιλίππου θυγατέρας, οὔτε τὴν ἐν Φιλαδελφείᾳ Ἀμ- “μίαν, οὔτε Κοδρᾶτον, οὔτε γε δή τινας ἄλλους μη- “δὲν αὐτοῖς προσήκοντας καυχήσονται.”