Ancient Greek · ~6 min
16.5 to 16.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.5-9
Not analysed yet
καὶ γὰρ προ θέντα με καὶ ἐρωτήσαντα αὐτὸν ἐρωτήσεις τινὰς “τοιαύτας μαθεῖν καὶ ἐλέγξαι, ὅτι ἀληθῶς μηδὲν ἐπί- “σταται, εἰδέναι ὑμὰς βούλομαι. καὶ ὅτι ἀληθῆ λέγω, “εἰ μὴ ἀνηνέχθησαν ὑμῖν αἱ κοινωνίαι τῶν λόγων, ἕτοιμος καὶ ἐφ’ ὑμῶν κοινωνεῖν τῶν ἐρωτήσεων πάλιν· βασιλικὸν δ’ ἂν καὶ τοῦτο ἔργον εἴη. εἰ δὲ καὶ “ἐγνώσθησαν ὑμῖν αἱ ἐρωτήσεις μου καὶ αἱ ἐκείνου “ἀποκρίσεις, φανερὸν ὑμῖν ἐστιν ὅτι οὐδὲν τῶν ἡμετέρων ἐπίσταται · ἢ εἰ ἐπίσταται ,διὰ τοὺς ἀκούον- “οντας δὲ οὐ τολμᾷ λέγειν, ὡς πρότερον ἔφην, οὐ “φιλόσοφος ,ἀλλὰ φιλόδοξος ἀνὴρ δείκνυται ,ὅς γε “μηδὲ τὸ Σωκρατικὸν ἀξιέραστον ὂν τιμᾷ.” ταῦτα μὲν οὖν ὁ Ἰουστῖνος. ὅτι δὲ κατὰ τὴν αὐτοῦ πρόρρησιν πρὸς τοῦ Κρίσκεντος συσκευασθεὶς ἐτελειώθη, Τατιανὸς ἀνὴρ τὸν πρῶτον αὐτοῦ βίον σοφιστεύσας ἐν τοῖς Ἑλλήνων μαθήμασι, καὶ δόξαν οὐ σμικρὰν ἐν αὐτοῖς ἀπενηνεγμένος, πλεῖστά τε συγγράμμασιν αὐτοῦ καταλιπὼν μνημεῖα, έν τῷ πρὸς Ἕλληνας ἱστορεῖ λέγων ὧδέ πως “καὶ ὁ θαυμασιώτατος Ἰουστῖνος ὀρ- “θῶς ἐξεφώνησεν ἐοικέναι τοὺς προειρημένους λῃσταῖς.” εἶτ’ ἐπειπών τινα περὶ τῶν φιλοσόφων ἐπιλέγει ταῦτα “Κρίσκης γοῦν, ὁ ἐννεοττεύσας τῇ “μεγάλῃ πόλει, παιδεραστίᾳ μὲν πάντας ὑπερήνεγκε, ‘φιλαργυρίᾳ δὲ πάνυ προσεχὴς ἦν. θανάτου δὲ “ὁ καταφρονεῖν συμβουλεύων οὕτως αὐτὸς ἐδεδίει “τὸν θάνατον ὡς καὶ Ἰουστῖνον καθάπερ μεγάλῳ “κακῷ τῷ θανάτῳ περιβαλεῖν πραγματεύσασθαι, διότι κηρύττων τὴν ἀλήθειαν λίχνους τοὺς φιλοσόφους “καὶ ἀπατεῶνας ἐξήλεγχεν.’’ καὶ τὸ μὲν κατὰ ’Ιουστῖνον μαρτύριον τοιαύτην εἴληχε τὴν αἰτίαν.