Ancient Greek · ~8 min
17.1 to 17.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.1-3-8
Not analysed yet
[Nic. H. E. III, 33] Ὁ δ’ αὐτὸς ἀνὴρ πρὸ τοῦ κατ’ αὐτὸν ἀγῶνος ἑτέρων πρὸ αὐτοῦ μαρτυρησάντων ἐν τῇ προτέρᾳ αὐτοῦ μνημονεύει ἀπολογίᾳ, χρησίμως τῇ ὑποθέσει καὶ ταῦτα ἱστορῶν. γράφει δὲ ὧδε “γυνή τις συνεβίου ἀνδρὶ ἀκολασταίνοντι, ἀκολασταίνουσα καὶ αὐτὴ πρότερον. ἐπειδὴ δὲ τὰ “τοῦ Χριστοῦ διδάγματα ἔγνω, ἐσωφρονίσθη, καὶ τὸν ἄνδρα ὁμοίως σωφρονεῖν πείθειν ἐπειρᾶτο ,τὰ δι- “δάγματα ἀναφέρουσα, τήν τε μέλλουσαν τοῖς οὐ σω- “φρόνως καὶ μετὰ λόγου ὀρθοῦ βιοῦσιν ἔσεσθαι ἐν “αἰωνίῳ πυρὶ κόλασιν ἀπαγγέλλουσα. ὁ δὲ ταῖς “αὐταῖς ἀσελγείαις ἐπιμένων ἀλλοτρίαν διὰ τῶν πράξεων ἐποιεῖτο τὴν γαμετήν. ἀσεβὲς γὰρ ἡγουμένη “τὸ λοιπὸν ἡ γυνὴ συγκατακλίνεσθαι ἀνδρὶ παρὰ “τὸν τῆς φύσεως νόμον καὶ παρὰ τὸ δίκαιον πόρους “ἡδονῆς ἐκ παντὸς πειρωμένῳ ποιεῖσθαι τῆς συζυ- “γίας χωρισθῆναι ἐβουλήθη. καὶ ἐπεὶ ἐξεδυσω- “πεῖτο ὑπὸ τῶν αὐτῆς, ἔτι προσμένειν συμβουλευόν- “των, ὡς εἰς ἐλπίδα μεταβολῆς ἥξοντός ποτε τοῦ “ἀνδρὸς ,βιαζομένη ἑαυτὴν ἐπέμενεν. ἐπειδὴ δὲ “ὁ ταύτης ἀνὴρ εἰς τὴν Ἀλεξάνδρειαν πορευθεὶς χα- “λεπώτερα πράττειν ἀπηγγέλθη ,ὅπως μὴ κοινωνὸς “τῶν ἀδικημάτων καὶ ἀσεβημάτων γένηται ,μένουσα “ἐν τῇ συζυγίᾳ ,καὶ ὁμοδίαιτος καὶ ὁμόκοιτος γινο- “μένη, τὸ λεγόμενον παρ’ ἡμῖν ῥεπούδιον δοῦσα “ἐχωρίσθη. ὁ δὲ καλὸς κἀγαθὸς ταύτης ἀνὴρ, δέον “αὐτὸν χαίρειν, ὅτι ἃ πάλαι μετὰ τῶν ὑπηρετῶν καὶ “τῶν μισθοφόρων εὐχερῶς ἔπραττε, μέθαις χαίρουσα ’῾καὶ κακίᾳ πάσῃ, τούτων μὲν τῶν πράξεων πέπαυτο, “καὶ αὐτὸν τὰ αὐτὰ παύσασθαι πράττοντα ἐβούλετο, μὴ βουλομένου ἀπαλλαγείσης κατηγορίαν πεποίηται, “λέγων λέγων αὐτὴν Χριστιανὴν εἶναι. καὶ ἡ μὲν βιβλί- “διόν διόν σοι τῷ αὐτοκράτορι ἀναδέδωκε, πρότερον συγ- “χωρηθῆναι αὐτῇ διοικήσασθαι τὰ ἑαυτῆς ἀξιοῦσα, ῾ἔπειτα ἀπολογήσασθαι περὶ τοῦ κατηγορήματος μετὰ ‘τὴν τᾶν πραγμάτων αὐτῆς διοίκησιν. καὶ συνεχώ- “ρησας τοῦτο. ὁ δὲ ταύτης ποτὲ ἀνὴρ ,πρὸς ἐκεί- “νην μὲν μὴ δυνάμενος τὰ νῦν ἔτι λέγειν, πρὸς Πτολεμαῖόν τινα, ὃν Οὐρβίκιος ἐκολάσατο ,διδάσκαλον “ἐκείνης τῶν Χριστιανῶν μαθημάτων γενόμενον, ἐτράπετο διὰ τοῦδε τοῦ τρόπου.