Ancient Greek · ~3 min
17.1 to 17.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.1-2
Not analysed yet
Nic. H. E. II, 16-17] Ὃν καὶ λόγος ἔχει κατὰ Κλαύδιον ἐπὶ τῆς ῾Ρώμης εἰς ὁμιλίαν ἐλθεῖν Πέτρῳ, τοῖς ἐκεῖσε τότε κηρύττοντι. καὶ οὐκ ἀπεικὸς ἂν εἴη τοῦτό γε, ἐπεὶ καὶ ὅ φαμεν αὐτῷ σύγγραμμα εἰς ὕστερον καὶ μετὰ χρόνους αὐτῷ πεπονημένον, σαφῶς τοὺς εἰσέτι νῦν καὶ εἰς ἡμᾶς πεφυλαγμένους τῆς ἐκκλησίας περιέχει κανόνας. ἀλλὰ καὶ τὸν βίον τῶν παρ᾿ ἡμῖν ἀσκητῶν ὡς ἔνι μάλιστα ἀκριβέστατ ἱστορῶν γένοιτ᾿ ἂν ἔκδηλος οὐκ εἰδὼς μόνον, ἀλλὰ καὶ ἀποδεχόμενος, ἐκθειάζων τε καὶ σεμνύνων τοὺς κατ’ αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἑβραίων ,ὡς ἔοικε, γεγονότας, ταύτῃ τε ἰουδαϊκώτερον τῶν παλαιῶν ἔτι τὰ πλεῖστα διατηροῦντας ἐθῶν.