Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.1-7
Not analysed yet
[Nic. H. E. VII, 22-23] τοσούτοις παλαίων κακοῖς συναίσθησιν τῶν κατὰ τῶν θεοσεβῶν αὐτῷ τετολμημένων ἴσχει. συναγαγὼν δ’ οὖν εἰς ἑαυτὸν τὴν διάνοιαν πρῶτα μὲν ἀνθωμολογεῖτο τῷ τῶν ὅλων θεῷ, εἶτα τοὺς ἀμφ’ αὐτὸν ἀνακαλέσας, μηδὲν ὑπερθεμένους τὸν κατὰ ἀποπαῦσαι διωγμὸν, νόμῳ τε καὶ δόγματι βασιλικῷ τὰς ἐκκλησίας αὐτῶν οἰκοδομεῖν ἐπισπέρχειν τε καὶ τὰ συνήθη διαπράττεσθαι, εὐχὰς ὑπὲρ τοῦ βασιλείου ποιουμένους, προστάττει.