Ancient Greek
17.2 to 17.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.2-8
Not analysed yet
αὐτίκα γοῦν ἔργου τῷ λόγῳ παρηκολουθηκότος ἥπλωτο κατὰ πόλεις βασιλικὰ διατάγματα, τὴν παλινῳδίαν τῶν καθ’ ἡμᾶς τοῦτον περιέχοντα τὸν τρόπον· “Αὐτοκράτωρ Καῖσαρ Γαλέριος Οὐαλέριος Μαξιμῖνος, ἀνίκητος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, Γερμανικὸς μέγιστος, Αἰγυπτιακὸς μέγιστος, Αἰγυπτιακὸς μέγιστος, Θηβαι· κὸς μέγιστος, Σαρματι- “κὸς μέγιστος πεντάκις, Περσῶν μέγιστος δὶς, Καρ- “πῶν μέγιστος ἑξάκις, Ἀρμενίων μέγιστος, Μηδῶν μέγιστος, Ἀδιαβηνῶν μέγιστος, δημαρχικῆς ἐξου- “σίας τὸ εἰκοστὸν, αὐτοκράτωρ τὸ ἐννεακαιδέκατον “ὕπατος τὸ ὄγδοον, πατὴρ πατρίδος, ἀνθύπατος· “καὶ αὐτοκράτωρ Καῖσαρ Φλάουιος Κωνσταντῖνος, εὐσεβὴς, εὐτυχὴς, ἀνίκητος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας “τὸ πέμπτον, αὐτοκράτωρ τὸ πέμπτον, ὕπατος, πατὴρ ‘πατρίδος, ἀνθύπατος· καὶ αὐτοκράτωρ Καῖσαρ “Οὐαλέριος Λικιννιανὸς, εὐσεβὴς, εὐτυχὴς, ἀνίκη- “τος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξου- “σίας τὸ τέταρτον, αὐτοκράτωρ τὸ τρίτον, ὕπατος, ‘πατὴρ πατρίδος, ἀνθύπατος, ἐπαρχιώταις ἰδίοις “χαίρειν. μεταξὺ τῶν λοιπῶν, ἅπερ ὑπὲρ τοῦ “χρησίμου καὶ λυσιτελοῦς τοῖς δημοσίοις διατυπού- “μεθα, ἡμεῖς μὲν βεβουλήμεθα πρότερον κατὰ τοὺς “ἀρχαίους νόμους καὶ τὴν δημοσίαν ἐπιστήμην τὴν “τῶν ἅπαντα ἐπανορθώσασθαι, καὶ τού- “του πρόνοιαν ποιήσασθαι, ἔνα καὶ οἶ Χριστιανοὶ, “οἵτινες τῶν γονέων τῶν ἑαυτῶν καταλελοίπασι τὴν “αἵρεσιν, εἰς ἀγαθὴν πρόθεσιν ἐπανέλθοιεν· ἐπεί- “περ περ τινὶ λογισμῷ τοσαύτη αὐτοὺς πλεονεξία κατε- “σχήκει καὶ ἄνοια κατειλήφει ὡς μὴ ἕπεσθαι τοῖς “ὑπὸ τῶν πάλαι καταδειχθεῖσιν, ἅπερ ἴσως πρότερον “καὶ οἶ γονεῖς αὐτῶν ἦσαν καταστήσαντες, ἀλλὰ “κατὰ τὴν αὐτῶν πρόθεσιν καὶ ὡς ἕκαστος ἐβού- “λετο, οὕτως ἑαυτοῖς καὶ νόμους ποιῆσαι, καὶ τού- “τους παραφυλάττειν, καὶ ἐν διαφόροις διάφορα “πλήθη συνάγειν. τοιγαροῦν τοιούτου ὑφ’ ἡμῶν “προστάγματος παρακολουθήσαντος, ὥστε ἐπὶ τὰ “ὑπὸ τῶν ἀρχαίων κατασταθέντα ἑαυτοὺς μεταστήσαιεν, πλεῖστοι μὲν κινδύνῳ ὑποβληθέντες, πλεῖ- “στοι δὲ ταραχθέντες παντοίους θανάτους ὑπέφερον· “