Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.17
Not analysed yet
ἔνιοι δὲ καὶ “διὰ τριῶν ἡμερῶν ὑπομιμνήσκονται τροφῆς, οἶς πλείων ὁ πόθος ἐπιστήμης ἐνίδρυται, τινὲς δ’ οὕτως “ἐνευφραίνονται καὶ τρυφῶσιν ,ὑπὸ σοφίας ἑστιώ- “μένοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγού- “σῆς ,ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν ,καὶ ‘μόγις δι’ ἒξ ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας ἐθισθέντες. ταύτας τοῦ Φίλωνος σαφεῖς καὶ ἀναν- τιρρήτους περὶ τῶν καθ’ ἡμᾶς ὑπάρχειν ἡγούμεθα λέξεις