Ancient Greek · ~7 min
17.10 to 17.16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.10-16
Not analysed yet
καὶ μεθ’ ἕτερά φησι “τὸ δ’ ἐξ ἑωθινοῦ “μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκη- “σις. ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι τὴν “πάτριον φιλοσοφοῦσι σοφίαν ἀλληγοροῦντες, ἐπειδὴ “σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκε- “κρυμμένης φύσεως, ἐν ὑπονοίαις δηλουμένης. “ἔστι δ’ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, “οἳ τῆς αἱρέσεως αὐτῶν ἀρχηγέται γενόμενοι πολλὰ “μνημεῖαδ τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, “οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον. ταῦτα μὲν ἔοικεν εἰρῆσθαι τῷ ἀνδρὶ, τὰς ἱερὰς ἐξηγουμένων αὐτῶν ἐπακροασαμένῳ γραφάς. τάχα δ’ εἰκὸς, ἅ φησιν ἀρχαίων παρ’ αὐτοῖς εἶναι συγγράμματα, τά τε εὐαγγέλια καὶ τὰς τῶν ἀποστόλων γραφὰς ,διηγήσεις τέ τινας κατὰ τὸ εἰκὸς τῶν πάλαι προφητῶν ἐρμηνευγικὰς, ὁποίας ἥ τε πρὸς Ἑβραίους καὶ ἄλλαι πλείους τοῦ Παύλου περιέχουσιν ἐπιστολαὶ, ταῦτ’ εἷναι. εἶτα πάλιν ἑξῆς περὶ τοῦ νέους αὐτοὺς ποιεῖσθαι ψαλμοὺς οὕτως γράφει “ὥστ’ οὐ θεωροῦσι μόνον, “ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ῥυθμοῖς σεμνο- ‘τέροις ἀναγκαίως χαράσσοντες.’’ πολλὰ μὲν οὖν καὶ ἄλλα, περὶ ὧν ὁ λόγος, ἐν ταὐτῷ διέξεισιν, ἐκεῖνα δ’ ἀναγκαῖον ἐφάνη δεῖν ἀναλέξασθαι, δι’ ὧν τὰ χαρακτηριστικὰ τῆς ἐκκλησιαστικῆς ἀγωγῆς ὑποτίθεται. εἰ δέ τῳ μὴ δοκεῖ τὰ εἰρημένα ἴδια εἶναι τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας, δύνασθαι δὲ καὶ ἄλλοις παρὰ τοὺς δεδηλωμένους ἁρμόττειν, πειθέσθω κἂν ἀπὸ τῶν ἑξῆς αὐτοῦ φωνῶν, ἐν αἷς ἀναμφήριστον, εἰ εὐγνωμονοίη, κομίσεται τὴν περὶ τοῦδε μαρτυρίαν. γράφει γὰρ ὧδε “ἐγκράτειαν δ’ ὥσπερ τινὰ θεμέλιον “προκαταβαλλόμενοι τῇ ψυχῇ τἀς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς σιτίον δὲ ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν “προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλο- “σοφεῖν φωτὸς ἄξιον κρίνουσιν εἶναι, σκότους δὲ τὰς “τοῦ σώματος ἀνάγκας, ὅθεν τῷ μὲν ἡμέρας, ταῖς δὲ ‘νυκτὸς βραχύ τι μέρος ἀπένειμαν.