Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.5
Not analysed yet
ὅμως δ’ οὖν ἐν πρώτοις τὴν ἀπόταξιν αὐτοῖς τῆς οὐσίας μαρτυρεῖ, φάσκων ἀρχομένους φιλοσοφεῖν ἐξίστασθαι τοῖς προσήκουσι τῶν ὑπαρχόντων, ἔπειτα πάσαις ἀποταξαμένους ταῖς τοῦ βίου φροντίσιν, ἔξω τειχῶν προελθόντας, ἐν μοναγρίοις καὶ κήποις τὰς διατριβὰς ποιεῖσθαι, τὰς ἐκ τῶν ἀνομοίων ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εὖ εἰδότας, τῶν κατ’ ἐκεῖνο καιροῦ τοῦθ’ ὡς εἰκὸς ἐπιτελούντων ἐκθύμῳ καὶ θερμοτάτῃ πίστει, τὸν προφητικὸν ζηλοῦν ἀσκούντων βίον.