Ancient Greek
ΛΟΓΟΣ Β., Chapter 17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.6
Not analysed yet
τοιγαροῦν κἀν ταῖς ὁμολογουμέναις τῶν ἀποστόλων Πράξεσιν ἐμφέρεται ὅτι δὴ πάντες οἱ τῶν ἀποστόλων γνώριμοι ὢ τὰ κτήματα καὶ τὰς ὑπάρξεις διαπιπράσκοντες ἐμέριζον ἅπασι καθ’ ὃ ἄν τις χρείαν εἶχεν, ὡς μηδ’ εἶναί τινα ἐνδεῆ παρ΄ αὐτοῖς · ὅσοι γοῦν κτήτορες χωρίων ἣ οἰκιῶν ὑπῆρχον, ὡς ὁ λόγος φησὶ, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, ἐτίθεσάν τε παρὰ τοὺς πόδας τῶν ἀποστόλων ,ὥστε διαδίδοσθαι ἑκάστῳ καθὸ ἄν τις χρείαν εἶχεν.