Ancient Greek · ~3 min
17.9 to 17.11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 17.9-2-11
Not analysed yet
ἑκατόνταρχον “εἰς δεσμὰ ἐμβαλόντα τὸν Πτολεμαῖον ,φίλον αὐτῷ “ὑπάρχοντα, ἔπεισε λαβέσθαι τοῦ Πτολεμαίου καὶ ἀνερωτῆσαι εἰ, αὐτὸ τοῦτο μόνον, Χριστιανός ἐστι. “καὶ τὸν Πτολεμαῖον φιλαλήθη ,ἀλλ’ οὐκ ἀπατηλὸν “οὐδὲ ψευδολόγον τὴν γνώμην ὄντα, ὁμολογήσαντα ἑαυτὸν εἶναι Χριστιανὸν ,ἐν δεσμοῖς γενέσθαι ὁ “ἑκατόνταρχος πεποίηκε, καὶ ἐπὶ πολὺν χρόνον ἐν “τῷ δεσμωτηρίῳ ἐκολάσατο. τελευταῖον δὲ ὅτε “ἐπὶ Οὐρβίκιον ἤχθη ὁ ἄνθρωπος, ὁμοίως αὐτὸ τοῦτο ‘μόνον ἐξητάσθη, εἰ εἴη Χριστιανός. καὶ πάλιν τὰ “καλὰ ἑαυτῷ συνεπιστάμενος διὰ τὴν ἀπὸ τοῦ Χρι- “στοῦ διδαχὴν ,τὸ διδασκαλεῖον τῆς θείας ἀρετῆς ὡμολόγησεν. ὁ γὰρ ἀρνούμενος ὁτιοῦν ἢ κα- “τεγνωκὼς τοῦ πράγματος ἔξαρνος γίνεται, ἢ ἑαυτὸν “ἀνάξιον ἐπιστάμενος καὶ ἀλλότριον τοῦ πράγματος “τὴν ὁμολογίαν φεύγει. ὧν οὐδὲν πρόσεστι τῷ ἀληθινῷ Χριστιανῷ.