Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 18
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.1
Not analysed yet
[Nic. H. E. II, 17-18] Πολύς γε μὴν τῷ λόγῳ καὶ πλατὺς ταῖς διανοίαις ,ὑψηλός τε ὢν καὶ μετέωρος ἐν ταῖς εἰς τὰς θείας γραφὰς θεωρίαις γεγενημένος, ποικίλην καὶ πολύτροπον τῶν ἱερῶν λόγων πεποίηται τὴν ὑφήγησιν· τοῦτο μὲν εἱρμῷ καὶ ἀκολουθίᾳ, τὴν τῶν εἰς τὴν γένεσιν διεξελθὼν πραγματείαν, ἐν οἶς ἐπέγραψε νόμων ἱερῶν ἀλληγορίαις, τοῦτο δὲ, κατὰ μέρος διαστολὰς κεφαλαίων τῶν ἐν ταῖς γραφαῖς ζητουμένων ,ἐπιστάσεις τε καὶ διαλύσεις ποιούμενος, ἐν οἷς καὶ αὐτοῖς καταλλήλως τῶν έν γενέσει καὶ τῶν ἐν ἐξαγωγῇ ζητημάτων τε καὶ λύσεων τέθειται τὴν ἐπιγραφήν.