Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 18
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.2
Not analysed yet
ἔστι δ’ αὐτῷ παρὰ ταῦτα προβλημάτων τινῶν ἰδίως πεπονημένα σπουδάσματα, οἷά ἐστι τὰ περὶ γεωργίας δύο, καὶ τὰ περὶ μέθης τοσαῦτα, καὶ ἄλλα ἄττα διαφόρου καὶ οἰκείας ἐπιγραφῆς ἠξιωμένα, οἷος ὁ περὶ ὧν νήψας ὁ νοῦς εὔχεται καὶ καταρᾶται ,καὶ ὁ περὶ συγχύσεως τῶν διαλέκτων, καὶ ὁ περὶ φυγῆς καὶ αἱρέσεως, καὶ ὁ περὶ φύσεως καὶ εὑρέσεως, καὶ ὁ περὶ τῆς πρὸς τὰ παιδεύματα συνόδου ,περί τε τοῦ τίς ὁ τῶν θείων ἐστὶ κληρονόμος ,ἢ περὶ τῆς εἰς τὰ ἴσα καὶ ἐναντία τὸ ’μῆς, καὶ ἔτι ὁ περὶ τῶν τριῶν ἀρετῶν, ἃς σὺν ἄλλ’ ἀνέγραψε Μωυσῆς.