Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 18
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.11
Not analysed yet
πάλιν τε αὖ ἐν ἑτέρῳ τοῦ συγγράμματος περὶ ὧν αὐχοῦσι προφητῶν ἐπιλέγει ταῦτα “ἐὰν ἀρνῶνται δῶρα τοὺς προφήτας αὐτῶν εἰληφέναι, τοῦτο ὁμολογησάτωσαν, ὅτι ἐὰν “ἐλεγχθῶσιν εἰληφότες, οὐκ εἰσὶ προφῆται, καὶ μυρίας ἀποδείξεις τούτων παραστήσομεν. ἀναγκαῖον “δέ ἐστι πάντας καρποὺς δοκιμάζεσθαι προφήτης, εἰπέ μοι, βάπτεται; προφήτης στιβίζε- “ται; προφήτης φιλοκοσμεῖ; προφήτης τάβλαις “κύβοις παίζει; προφήτης δανείζει; ταῦτα ὁμολογη- “σάτωσαν πότερον ἔξεστιν ἢ μὴ, ἐγὼ δὲ ὅτι γέγονε “παρ᾿ αὐτοῖς δείξω.’’