Ancient Greek · ~3 min
18.12 to 18.14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.12-14
Not analysed yet
ὁ δ’ αὐτὸς οὗτος κατὰ τὸ αὐτὸ σύγγραμμα ἱστορεῖ ὡς ἄρα τεσσαρακοστὸν ἐτύγχανεν ἔτος ἐπὶ τὴν τοῦ συγγράμματος αὐτοῦ γραφὴν, ἐξ οὗ τῷ προσποιήτῳ αὐτοῦ προφητείᾳ ὁ Μοντανὸς ἐπικεχείρηκε. καὶ πάλιν φησὶν ὡς ἄρα Ζωτικὸς, οὗ καὶ ὁ πρότερος συγγραφεὺς ἐμνημόνευσεν, ἐν Πεπούζοις προφητεύειν δὴ προσποιουμένης τῆς Μαξιμίλλης ἐπιστὰς διελέγξαι τὸ ἐνεργοῦν ἐν αὐτῇ πνεῦμα πεπείραται, ἐκωλύθη γε μὴν πρὸς τῶν τὰ ἐκείνης φρονούντων. καὶ Θρασέα δέ τινος τῶν τότε μαρτύρων μνημονεύει. ἔτι δὲ ὡς ἐκ παραδόσεως τὸν σωτῆρά φησι προστεταχέναι τοῖς αὐτοῦ ἀποστόλοις, ἐπὶ δώδεκα ἔτεσι μὴ χωρισθῆναι τῆς Ἰερουσαλήμ. κέχρηται δὲ καὶ μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου ἀποκαλύψεως, καὶ νεκρὸν δὲ δυνάμει θείᾳ πρὸς αὐτοῦ Ἰωάννου ἐν τῇ Ἐφέσω ἐγηγέρθαι ἱστορεῖ. καὶ ἄλλα τινά φησι, δι’ ὧν ἱκανῶς τῆς προειρημένης αἱρέσεως πληρέστατα διηύθυνε τὴν πλάνην. ταῦτα καὶ ὁ Ἀπολλώνιος.