Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 18
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.5
Not analysed yet
εἰς δὲ τὴν ἔξοδον ἔγνωμεν αὐτοῦ ζητημάτων καὶ λύσεων πρῶτον, δεύτερον, τρίτον ,τέταρτον ,πέμπτον. καὶ τὸ περὶ τῆς σκηνῆς ,τό τε περὶ τῶν δέκα λογίων, καὶ τὰ περὶ τῶν ἀναφερομένων ἐν εἴδει νόμων εἰς τὰ συν- τείνοντα κεφάλαια τόν δέκα λόγων, ἁ β΄ γ’ δ’. καὶ τὸ περὶ τῶν εἰς τὰς ἱερουργίας ζῴων ,καὶ τίνα τὰ τῶν θυσιῶν εἴδη. καὶ τὸ περὶ τῶν προκειμένων ἐν τῷ νόμῳ τοῖς μὲν ἀγαθοῖς ἄθλων, τοῖς δὲ πονηροῖς ἐπιτιμίων καὶ ἀρῶν