Ancient Greek · ~2 min
18.3 to 18.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.3-4
Not analysed yet
πρὸς τούτοις ὁ περὶ τ’ μετονομαζομένων καὶ ὧν ἕνεκα μετονομάζονται, ᾧ φησι συντεταχέναι καὶ περὶ διαθηκῶν πρῶτον κ’ δεύτερον. ἔστι δ’ αὐτοῦ καὶ περὶ ἀποικίας, καὶ βίου σοφοῦ τοῦ κατὰ δικαιοσύνην τελειωθέντος, ἢ νόμων ἀγράφων. καὶ ἔτι περὶ γιγάντων, ἢ περὶ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον, περί τε τοῦ κατὰ Μωυσέα θεοπέμπτους εἶναι τοὺς ὀνείρους πρῶτον, δεύτερον, τρίτον, τέταρτον ,πέμπτον. καὶ ταῦτα μὲν τὰ εἰς ἡμᾶς ἐλθόντα τῶν εἰς τὴν γένεσιν.