Ancient Greek · ~1 min
ΛΟΓΟΣ Ε., Chapter 18
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.6-2
Not analysed yet
καὶ περὶ ἑτέρων δὲ αὖθις τῶν κατ’ αὐτοὺς τετιμημένων ὡς δὴ μαρτύρων οὕτω γράφει ἵνα δὲ μὴ περὶ πλειόνων λέγωμεν, ἡ προφῆτις ἡμῖν εἰπάτω τὰ κατὰ Ἀλέξανδρον τὸν λέγοντα ἑαυτὸν μάρτυρα, ᾧ συνεστιᾶται, ᾧ προσκυνοῦσι καὶ αὐτῷ πολλοὶ, οὗ τὰς λῃστείας καὶ τὰ ἄλλα τολμή- μάτα, ἐφ’ οἶς κεκόλασται, οὐχ ἡμὰς δεῖ λέγειν, ἀλλὰ ὁ ὀπισθόδομος ἔχει.