Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 18
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 18.7-2
Not analysed yet
τίς οὖν τίνι χαρίζεται τὰ ἁμαρτήματα; πότερον ὁ προφήτης τὰς λῃστείας τῷ μάρτυρι, ἢ ὁ μάρτυς τῷ προφήτῃ τὰς πλεονεξίας; εἰρηκότος γὰρ τοῦ κυρίου ‘μὴ κτήσησθε χρυσὸν μήτε ἄργυρον μήτε δύο χιτῶνας οὗτοι πᾶν τοὐναν- “τίον πεπλημμελήκασι περὶ τὰς τούτων τῶν ἀπηγο- “ρευμένων κτήσεις. δείξομεν γὰρ τοὺς λεγομένους “παρ᾿ αὐτοῖς προφήτας καὶ μάρτυρας μὴ μόνον “πλουσίων, ἀλλὰ καὶ παρὰ πτωχῶν καὶ ὀρφανῶν καὶ “χηρῶν κερματιζομένους.