Ancient Greek · ~2 min
19.1 to 19.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 19.1-4-2
Not analysed yet
[Nic. H. E. IV, 27] Τῶν δὲ Ἀπολιναρίου κατὰ τῆς δηλωθείσης αἱρέσεως μνήμην πεποίηται Σαραπίων, ὃν ἐπὶ τῶν δηλουμένων χρόνων μετὰ Μαξιμῖνον ἐπίσκοπον τῆς Ἀντιοχέων ἐκκλησίας γενέσθαι κατέχει λόγος. μέμνηται δὲ αὐτοῦ ἐν ἰδίᾳ ἐπιστολῇ τῇ πρὸς Καρικὸν καὶ Πόντιον, ἐν ᾗ διευθύνων καὶ αὐτὸς τὴν αὐτὴν αἵρεσιν ἐπιλέγει ταῦτα “ὅπως δὲ καὶ τοῦτο ἴδητε, ὅτι τῆς ψευδοῦς ταύ- “τῆς τάξεως τῆς ἐπικαλουμένης νέας προφητείας “ἐβδέλυκται ἡ ἐνέργεια παρὰ πάσῃ τῇ ἐν κόσμῳ ἀδελφότητι, πέπομφα ὑμῖν καὶ Κλαυδίου Ἀπολινα- ‘ρίου τοῦ μακαριωτάτου γενομένου ἐν Ἱεραπόλει τῆς ‘Ἀσίας ἐπισκόπου γράμματα.’’