Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 19
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 19.10
Not analysed yet
τῷ τε γὰρ Ὠριγένει τὰ τῆς κατὰ Χριστὸν διδασκαλίας ἐκ προγόνων ἐσώζετο, ὡς καὶ τὰ τῆς πρόσθεν ἱστορίας ἐδήλου, τῷ τε Ἀμμωνίῳ τὰ τῆς ἐνθέου φιλοσοφίας ἀκέραια καὶ ἀδιάπτωτα καὶ μέχρις ἐσχάτης τοῦ βίου διέμενε τελευτῆς, ὥς που καὶ οἱ τἀνδρὸς εἰσέτι νῦν μαρτυροῦσι πόνοι, δι᾿ ὧν κατέλιπε συγγραμμάτων παρὰ τοῖς πλείστοις εὐδοκιμοῦντος· ὥσπερ οὖν καὶ ὁ ἐπιγεγραμμένος περὶ τῆς Μωυ- σέως καὶ Ἰησοῦ συμφωνίας, καὶ ὅσοι ἄλλοι παρὰ τὸ φιλοκάλοις ηὕρηνται.