Ancient Greek · ~3 min
19.8 to 19.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 19.8-9
Not analysed yet
συνῆν τε γὰρ ἀεὶ τῷ Πλά- “τωνι, τοῖς τε Νουμηνίου καὶ Κρονίου, Ἀπολλοφά- “νους τε καὶ Λογγίνου καὶ Μοδεράτου Νικομάχου τε “καὶ τῶν ἐν τοῖς Πυθαγορείοις ἐλλογίμων ἀνδρῶν “ὡμίλει συγγράμμασιν· ἐχρῆτο δὲ καὶ Χαιρήμονος “τοῦ Στωϊκοῦ, Κορνούτου τε ταῖς βίβλοις, παρ᾿ ὧν “τὸν μεταληπτικὸν τῶν παρ᾿ Ἕλλησι μυστηρίων γνοὺς “τρόπον ταῖς Ἰουδαικαῖς προσῆψε γραφαῖς.” ταῦτα τῷ Πορφυρίῳ κατὰ τὸ τρίτον σύγγραμμα τῶν γραφέντων αὐτῷ κατὰ Χριστιανῶν εἴρηται, ἐπαληθεύσαντι μὲν περὶ τῆς τἀνδρὸς ἀσκήσεως καὶ πολυμαθείας, ψευσαμένῳ δὲ σαφῶς (τί γὰρ οὐκ ἔμελλεν ὁ κατὰ Χριστιανῶν;) ἐν οἷς αὐτὸν μὲν ἐξ Ἑλλήνων φησὶν μετατεθεῖσθαι, τὸν δ᾿ Ἀμμώνιον ἐκ βίου τοῦ κατὰ τὴν θεοσέβειαν ἐπὶ τὸν ἐθνικὸν τρόπον ἐκπεσεῖν.