Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 19
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 19.15
Not analysed yet
κατὰ τοῦτον δὲ τὸν χρόνον ἐπ’ Ἀλεξανδρείας αὐτῷ τὰς διατριβὰς ποιουμένῳ ἐπιστάς τις τῶν στρατιωτικῶν ἀνεδίδου γράμματα, Δημητρίῳ τε τῷ τῆς παροικίας ἐπισκόπῳ καὶ τῷ τότε τῆς Αἰγύπτου ἐπάρχῳ παρὰ τοῦ τῆς Ἀραβίας ἡγουμένου, ὡς ἂν μετὰ σπουδῆς ἁπάσης τὸν Ὠριγένην πέμψοιεν κοινωνήσοντα λόγων αὐτῷ. τοιγαροῦν προπεμφθεὶς ὑπ’ αὐτῶν ἀφικνεῖται ἐπὶ τὴν Ἀραβίαν. οὐκ εἰς μακρὸν δὲ τὰ τῆς ἀφίξεως εἰς πέρας ἀγαγὼν αὖθις ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐπανῄει.