Ancient Greek · ~3 min
19.16 to 19.17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 19.16-17
Not analysed yet
χρόνου δὲ μεταξὺ διαγενομένου, οὐ σμικροῦ κατὰ τὴν πόλιν ἀναρριπισθέντος πολέμου, ὑπεξελθὼν τῆς Ἀλεξανδρείας, καὶ μηδὲ τὰς κατ’ Αἴγυπτον διατριβὰς ἀσφαλεῖς ἑαυτῷ ἡγούμενος, ἐλθὼν ἐπὶ Παλαιστίνης, ἐν Καισαρείᾳ τὰς διατριβὰς ἐποιεῖτο, ἔνθα καὶ διαλέγεσθαι τάς τε θείας ἑρμηνεύειν γραφὰς ἐπὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας οἱ τῇδε ἐπίσκοποι, καίτοι τῆς τοῦ πρεσβυτερίου χειροτονίας οὐδέπω τετυχηκότα αὐτὸν ἠξίουν. ὃ καὶ αὐτὸ γένοιτ’ ἂν ἔκδηλον ἀφ’ ὧν περὶ τούτου Δημητρίῳ γράφοντες Ἀλέξανδρος ὁ Ἱεροσολύμων ἐπίσκοπος καὶ Θεόκτιστος ὁ Καισαρείας ὧδέ πως ἀπολογοῦνται “προσέθηκε δὲ “τοῖς γράμμασιν ὅτι τοῦτο οὐδέποτε ἠκούσθη οὐδὲ ῾νῦν γεγένηται, τὸ παρόντων ἐπισκόπων λαικοὺς “ὁμιλεῖν, οὐκ οἶδ’ ὅπως προφανῶς οὐκ ἀληθῆ λέγων. “