Ancient Greek · ~2 min
19.5 to 19.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 19.5-6
Not analysed yet
εἶτα μεθ’ ἕτερά φησιν ὁ δὲ τρόπος τῆς ἀτοπίας ἐξ ἀνδρὸς, ᾧ κἀγὼ κομιδῆ “νέος ὢν ἔτι ἐντετύχηκα, σφόδρα εὐδοκιμήσαντος καὶ ἔτι δι’ ὧν καταλέλοιπε συγγραμμάτων εὐδοκιμοῦν “τος, παρειλήφθω Ὠριγένους, οὗ κλέος παρὰ τοῖς διδασκάλοις τούτων τῶν λόγων μέγα διαδέδοται. ἀκροατὴς γὰρ οὗτ’ ὃς Ἀμμωνίου τοῦ πλείστην ἐν τοῖς καθ’ ἡμὰς χρόνοις ἐπίδοσιν ἐν φιλοσοφίᾳ ἐσχη- “κότος γεγονὼς, εἰς μὲν τὴν τῶν λόγων ἐμπειρίαν “πολλὴν παρὰ τοῦ διδασκάλου τὴν ὠφέλειαν ἐκτήσατο, εἰς δὲ τὴν ὀρθὴν τοῦ βίου προαίρεσιν τὴν ἐναντίαν ἐκείνῳ πορείαν ἐποιήσατο.