Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.12
Not analysed yet
γέγραπται γοῦν “καὶ ἐγενήθη, ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν Γῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς εἶπεν, ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; καὶ εἶπεν αὐῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ ; καὶ εἶπεν ὁ ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν, λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, τόπος ἅγιός ἐστιν.