Ancient Greek · ~2 min
2.10 to 2.11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.10-11
Not analysed yet
καὶ μὴν οὐδ’ ὑποβεβηκότων ἀγγέλων καὶ λειτουργῶν θεοῦ τὰς ἀναγραφείσας θεοφανείας ὑπονοεῖν θέμις, ἐπεὶ καὶ τούτων ὅταν τις ἀνθρώποις παραφαίνηται, οὐκ ἐπικρύπτεται ἡ γραφὴ, ὀνομαστὶ οὐ θεὸν, οὐδὲ μὴν κύριον, ἀλλ’ ἀγγέλους χρηματίσαι λέγουσα, ὡς διὰ μυρίων μαρτυριῶν πιστώσασθαι ῥᾴδιον. τοῦτον καὶ ὁ Μωυσέως διάδοχος Ἰησοῦς ὡσὰν τῶν οὐρανίων ἀγγέλων καὶ ἀρχαγγέλων τῶν τε ὑπερκοσμίων δυνάμεων ἡγούμενον, καὶ ὡσανεὶ τοῦ πατρὸς ὓπαρχον, 5 τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας τε καὶ ἀρχῆς ἐμπεπιστευμένον, ἀρχιστράτηγον δυνάμεως κυρίου ὀνομάζει, οὐκ ἄλλως αὐτὸν ἢ αὖθις ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι θεωρήσας.