Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.24
Not analysed yet
τὴν γοῦν ἐπὶ τέλει βασιλείαν αὐτοῦ Δανιὴλ ὁ προφήτης συνορῶν θείῳ πνεύματι ὧδέ πως ἐθεοφορεῖτο ,άνθρωπινώτερον τὴν θεοπτίαν ὑπογράφων. “γάρ’ φησὶν “ἴως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο. καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρὸν ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς ,οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῲχθησαν.”