Ancient Greek
2.25 to 2.27
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.25-27
Not analysed yet
καὶ ἐξῆς “ἐθεώωωρουν” φησὶ “καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡσεὶ υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἴως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη · καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύουσιν. ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος) ἥτις οὐ παρελεύσεται. καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. ”ταῦτα δὲ σαφῶς οὐκ ἐφ’ ἕτερον, ἀλλ’ ἐπὶ τὸν ἡμέτερον σωτῆρα, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸν λόγον ἀναφέροιτο ἂν, υἱὸν ἀνθρώπου διὰ τὴν ὑστάτην ἐνανθρώπησιν αὐτοῦ χρηματίζοντα. ἀλλὰ γὰρ ἐν οἰκείοις ὑπομνήμασι τὰς περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προφητικὰς ἐκλογὰς συναγαγόντες, ἀποδεικτικώτερόν τε τὰ περὶ αὐτοῦ δηλούμενα ἐν ἑτέροις συστήσαντες, τοῖς εἰρημένοις ἐπὶ τοῦ παρόντος ἀρκεσθησόμεθα.