Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.4
Not analysed yet
τοῦτό τοι καὶ ὁ μέγας Μωυσῆς, ὡσὰν προφητῶν ἁπάντων παλαί τατὸς, θείῳ πνεύματι τὴν τοῦ παντὸς οὐσίωσίν τε καὶ διακόσμησιν ὑπογράφων, τὸν κοσμοποιὸν καὶ δημιουργὸν τῶν ὅλων αὐτῷ δὴ τῷ Χριστῷ ,καὶ οὐδὲ ἄλλῳ ἢ τῷ θείῳ δηλαδὴ καὶ πρωτογόνῳ ἑαυτοῦ λόγῳ τὴν τῶν ὑποβεβηκότων ποίησιν παραχωροῦντα διδά- σκει, αὐτῷ τε κοινολογούμενον ἐπὶ τῆς ἀνθρωπογο- νίας. “εἷπε γάρ’ φησὶν “ὁ θεὸς, ποιήσωμεν ἂνθρω- πον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.’’