Ancient Greek · ~2 min
2.5 to 2.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.5-6
Not analysed yet
ταύτην δὲ ἐγγυᾶται τὴν φωνὴν προφητῶν ἄλλος, ὧδέ πως ἐν ὕμνοις θεολογῶν‘ αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν,” τὸν μὲν πατέρα καὶ ποιητὴν εἰσάγων ὡσὰν πανηγεμόνα βασιλικῷ νεύματι προστάττοντα ,τὸν δὲ τούτῳ δευτερεύοντα θεῖον λόγον, οὐχ ἕτερον τοῦ πρὸς ἡμῶν κηρυττομένου, ταῖς πατρικαῖς ἐπιτάξεσιν ὑπουργοῦντα. τοῦτον καὶ ἀπὸ πρώτης ἀνθρωπογονίας πάντες, ὅσοι δὴ δικαιοσύνῃ καὶ θεοσεβείας ἀρετῇ διαπρέψαι λέγονται, ἀμφί τε τὸν μέγαν θεράποντα Μωυσέα, καὶ πρό γε αὐτοῦ πρῶτος ‘Αβραὰμ, τούτου τε οἶ παῖδες καὶ ὅσοι μετέπειτα δίκαιοι πεφήνασι καὶ προφῆται, καθαροῖς διανοίας ὄμμασι φαντασθέντες ἔγνωσάν τε καὶ οἷα θεοῦ παιδὶ τὸ προσῆκον ἀπένειμαν σέβας.