Ancient Greek · ~2 min
2.4 to 2.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.4-3-5
Not analysed yet
ὁ δὲ πολλαῖς μάχαις οὐκ ὀλίγῳ τε χρόνῳ τὸν πρὸς αὐτοὺς διαπονήσας πόλεμον πολλὰς μυριάδας Ἰουδαίων ,οὐ μόνον τῶν ἀπὸ Κυρήνης ,ἀλλὰ καὶ τῶν ἀπ’ Αἰγύπτου συναιρομένων Λουκούᾳ τῷ βασιλεῖ αὐτῶν ἀναιρεῖ. ὁ δὲ αὐτοκράτωρ ὑποπτεύσας καὶ τοὺς ἐν Μεσοποταμίᾳ Ἰουδαίους ἐπιθήσεσθαι τοῖς αὐτόθι Λουσίῳ Κυῄτῳ προσέταξεν ἐκκαθᾶραι τῆς ἐπαρχίας αὐτοὺς, ὃς καὶ παραταξάμενος πάμπολυ πλῆθος τῶν αὐτόθι φονεύει, ἐφ’ ᾧ κατορθώματι Ἰουδαίας ἡγεμὼν ὑπὸ τοῦ αὐτοκράτορος ἀνεδείχθη. ταῦτα καὶ Ἑλλήνων οἱ τὰ κατὰ τοὺς αὐτοὺς χρόνους γραφῇ παραδόντες αὐτοῖς ἱστόρησαν ῥήμασι.