Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.1-4
Not analysed yet
[Nic. H. E. III, 21] Τραϊανοῦ δὲ ἐφ’ ὅλοις ἔτεσιν εἴκοσι τὴν ἀρχὴν μησὶν ἕξ δέουσι κρατήσαντος Αἴλιος Ἀδριανὸς διαδέχεται τὴν ἡγεμονίαν. τούτῳ Κοδρᾶτος λόγον προσφωνήσας ἀναδίδωσιν, ἀπολογίαν συντάξας ὑπὲρ τῆς καθ’ ἡμὰς θεοσεβείας, ὅτι δὴ πονηροί τινες ἄνδρες τοὺς ἡμετέρους ἐνοχλεῖν ἐπειρῶντο. εἰσέτι δὲ φέρεται παρὰ πλείστοις τῶν ἀδελφῶν, ἀτὰρ καὶ παρ’ ἡμῖν τὸ σύγγραμμα, ἐξ οὗ κατιδεῖν ἔστι λαμπρὰ τεκμήρια τῆς τε τοῦ ἀνδρὸς διανοίας καὶ τῆς ἀποστολικῆς ὀρθοτομίας.